Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.293 Joseph. AJ 2.297 (English) >>Joseph. AJ 2.302

2.295ἦν δὲ τοιοῦτος μὲν Αἰγυπτίοις, Ἑβραίοις δὲ γλυκὺς καὶ πότιμος καὶ μηδὲν τοῦ κατὰ φύσιν παρηλλαγμένος. πρὸς οὖν τὸ παράδοξον ἀμηχανήσας βασιλεὺς καὶ δείσας περὶ τῶν Αἰγυπτίων συνεχώρει τοῖς Ἑβραίοις ἀπιέναι· καὶ τοῦ κακοῦ λωφήσαντος πάλιν τὴν γνώμην μετέβαλεν οὐκ ἐπιτρέπων τὴν ἄφοδον αὐτοῖς. 2.296

θεὸς δὲ ἀγνωμονοῦντος καὶ μετὰ τὴν ἀπαλλαγὴν τῆς συμφορᾶς οὐκέτι σωφρονεῖν θέλοντος ἄλλην τοῖς Αἰγυπτίοις ἐπιφέρει πληγήν· βατράχων πλῆθος ἄπειρον τὴν γῆν αὐτῶν ἐπεβόσκετο, μεστὸς δὲ τούτων καὶ ποταμὸς ἦν, ὡς διαμωμένους τὸ ποτὸν τῷ τῶν ζῴων ἰχῶρι κεκακωμένον λαμβάνειν ἐναποθνησκόντων καὶ συνδιαφθειρομένων τῷ ὕδατι, 2.297 τε χώρα μεστὴ κακῆς ἦν ἰλύος γεννωμένων τε καὶ ἀποθνησκόντων, τάς τε κατʼ οἶκον αὐτῶν διαίτας ἠφάνιζον ἐν βρωτοῖς εὑρισκόμενοι καὶ ποτοῖς καὶ ταῖς εὐναῖς αὐτῶν ἐπιπολάζοντες, ὀσμή τε χαλεπὴ ἦν καὶ δυσώδης ἀποθνησκόντων τῶν βατράχων καὶ ζώντων καὶ διεφθαρμένων. 2.298ὑπὸ δὲ τούτων τῶν κακῶν ἐλαυνομένων τῶν Αἰγυπτίων τὸν Μωυσῆν ἐκέλευσεν βασιλεὺς οἴχεσθαι τοὺς Ἑβραίους λαβόντα, καὶ παραχρῆμα τοῦτʼ εἰπόντος ἠφάνιστο τῶν βατράχων τὸ πλῆθος καὶ τε γῆ καὶ ποταμὸς εἰς τὴν ἰδίαν φύσιν κατέστησαν. 2.299Φαραώθης δὲ ἅμα τοῦ τε πάθους ἀπήλλακτο γῆ καὶ τῆς αἰτίας ἐπελέληστο καὶ τοὺς Ἑβραίους κατεῖχε, καὶ ὥσπερ πλειόνων παθημάτων φύσεις βουλόμενος μαθεῖν οὐκέτʼ ἠφίει τοῖς περὶ τὸν Μωυσῆν ἐξιέναι φόβῳ μᾶλλον φρονήσει ταύτην αὐτοῖς ἐπιτρέπων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.293 Joseph. AJ 2.297 (English) >>Joseph. AJ 2.302

Powered by PhiloLogic